Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.86 | Joseph. BJ 3.92 (English) | >>Joseph. BJ 3.98 |
3.90καὶ πάλιν αἱ σάλπιγγες ὑποσημαίνουσιν παρεσκευάσθαι . οἱ δʼ ἐν τάχει τοῖς τε ὀρεῦσιν καὶ τοῖς ὑποζυγίοις ἐπιθέντες τὴν ἀποσκευὴν ἑστᾶσιν ὥσπερ ἐφʼ ὕσπληγος ἐξορμᾶν ἕτοιμοι , ὑποπιμπρᾶσίν τε ἤδη τὴν παρεμβολὴν ὡς αὐτοῖς μὲν ὂν ῥᾴδιον ἐκεῖ πάλιν τειχίσασθαι , μὴ γένοιτο δʼ ἐκεῖνό ποτε τοῖς πολεμίοις χρήσιμον .
3.91καὶ τρίτον δʼ ὅμως αἱ σάλπιγγες προσημαίνουσιν τὴν ἔξοδον ἐπισπέρχουσαι τοὺς διʼ αἰτίαν τινὰ βραδύναντας , ὡς μή τις ἀπολειφθείη τάξεως .
3.92ὅ τε κῆρυξ δεξιὸς τῷ πολεμάρχῳ παραστάς , εἰ πρὸς πόλεμόν εἰσιν ἕτοιμοι , τῇ πατρίῳ γλώσσῃ τρὶς ἀναπυνθάνεται . κἀκεῖνοι τοσαυτάκις ἀντιβοῶσιν μέγα τι καὶ πρόθυμον ἕτοιμοι λέγοντες εἶναι , φθάνουσιν δὲ τὸν ἐπερωτῶντα , καί τινος ἀρηΐου πνεύματος ὑποπιμπλάμενοι τῇ βοῇ συνεξαίρουσιν τὰς δεξιάς .
3.93
μακρότερον δʼ αὐτῶν τὸ λαιὸν ξίφος πολλῷ · τὸ γὰρ κατὰ τὸ δεξιὸν σπιθαμῆς οὐ πλέον ἔχει τὸ μῆκος .
3.95φέρουσι δʼ οἱ μὲν περὶ τὸν στρατηγὸν ἐπίλεκτοι πεζοὶ λόγχην καὶ ἀσπίδα , ἡ δὲ λοιπὴ φάλαγξ ξυστόν τε καὶ θυρεὸν ἐπιμήκη , πρὸς οἷς πρίονα καὶ κόφινον ἄμην τε καὶ πέλεκυν , πρὸς δὲ ἱμάντα καὶ δρέπανον καὶ
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.86 | Joseph. BJ 3.92 (English) | >>Joseph. BJ 3.98 |